μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα· δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω κήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται. ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη, ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι. θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης. καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί· καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω, οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες, ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται. ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ, ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα. οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν. τῷ μή μ’ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω, μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω. οὐδ’ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον πρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα, καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος· ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην. νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλον ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.