ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν ἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ; δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον, τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·