οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ, νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι, σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.