Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί. τῷ χ’ ἡμέας κλαύσαντε φίλῃσ’ ἐνὶ χερσὶ τοκῆες πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης, καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα. νῦν δ’ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες· αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ αἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ’ ἴ ἐρωή. ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν οἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμον μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν μοχθίζει πέτρης ὅγ’ ἔχων νόον ἠὲ σιδήρου καρτερὸν ἐν στήθεσσι· σὺ δ’ ἠύτε λείβεαι ὕδωρ, νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ ὁπόσσα. ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει· καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ ναίουσ’ , οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ, νόσφι γε δὴ Πύρρης συνομαίμονος· ἣ δὲ καὶ αὐτὴ ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι, σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα. ὣς ἄρ’ ἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο, μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων. ὣς δ’ αὔτως δακρύοισι παρήϊα λεύκ’ ἐδίαινεν Ἀλκμήνη· βαρὺ δ’ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα