ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου· ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων. ὥς γ’ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ κεῖσθαι φαρμακόεντα δι’ ἥπατος ἰὸν ἔχουσα,