μαινόμενος κατὰ οἶκον, ὃ δ’ ἔμπλεος ἔσκε φόνοιο. τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι βαλλομένους ὑπὸ πατρί, τὸ δ’ οὐδ’ ὄναρ ἤλυθεν ἄλλῳ. οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι μητέρ’ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.