εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου. ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης· αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος