τοῦ δ’ οὔτις γένετ’ ἄλλος ἀποτμότερος ζωόντων, οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων. σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων ἠέ τινος Κηρῶν ἢ Ἐρινύος αἰνὰ βέλεμνα, παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν