Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος σῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι; ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;