σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλάνα. εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς βουκολικᾶς, ἀλλ’ ἅντε διδάξαο σεῖο μαθητὰς κλαρονόμος Μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων