ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις, νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας, ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι,