ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν, ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε; τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως; εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα, ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς. Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.