κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη. μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν, οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών, οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών, Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ, οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν, οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν, ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε; τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως; εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα, ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς. Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας. οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν