Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο. Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη. μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.