ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει. ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων, καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι· καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν