καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν, οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει, εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,