καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος ἐσσεῖθ’ ἁ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν, καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ’ αὐτὸς ἄειδον.