δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ, ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ’ Ὀδυσσεύς, ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ’ ἂν ἐς δόμον ἦνθον Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις, ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ’ ἄγε Κώρᾳ Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.