φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες— τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη; τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι ἢ δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ’ ἐπὶ πένθεϊ τῷδε