ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον. καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ, ταῖς Νύμφαισι δ’ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν. ταῖς δ’ ἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.