Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ, καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα. νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε, ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις, νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι, νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις, νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας, ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. Στρυμόνιοι μύρεσθε παρ’ ὕδασιν αἴλινα κύκνοι, καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν, οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει, εἴπατε δ’ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει, οὐκέτ’ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει, ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει. ὤρεα δ’ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων, καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι· καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ’ ὕλαν Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο. Ἀχὼ δ’ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ’ ἐπ’ ὀλέθρῳ δένδρεα καρπὸν ἔριψε, τὰ δ’ ἄνθεα πάντ’ ἐμαράνθη. μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων, κάτθανε δ’ ἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. οὐ τόσον εἰναλίαισι παρ’ ᾀόσι μύρατο Σειρήν, οὐδὲ τόσον ποκ’ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών, οὐδὲ τόσον θρήνησεν ἀν’ ὤρεα μακρὰ Χελιδών, Ἀλκυόνος δ’ οὐ τόσσον ἐπ’ ἄλγεσιν ἴαχε Κῆϋξ, οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν, οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις, ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ’ ἔτερπεν, ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δ’ ὑπεφώνευν ὄρνιθες λυπεῖσθ’ αἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. τίς ποτε σᾷ σύριγγι μελίξεται ὦ τριπόθητε; τίς δ’ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως; εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα, ἀχὰ δ’ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ’ ἀοιδᾶς. Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.