αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν. ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον. ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι· δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε