ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν. στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης, καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην. ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.