ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης. ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι ψαῦσαι θ’ ἱμερτοῖο βοός, τοῦ δ’ ἄμβροτος ὀδμὴ τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν. στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης, καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην. ἣ δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον. αὐτὰρ ὃ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν. ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δ’ Εὐρώπειαν αὐχέν’ ἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον. ἣ δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι· δεῦθ’ ἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρ’ ἐπὶ τῷδε