κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ, ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν. ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης. ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι