κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος, οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον, οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην. τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,