χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης. αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον, ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον. τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον, ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα. αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα, οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια. οὐ μὴν δηρὸν ἔμελλεν ἐπ’ ἄνθεσι θυμὸν ἰαίνειν, οὐδ’ ἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι. ἦ γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι Κύπριδος, ἣ μούνη δύναται καὶ Ζῆνα δαμάσσαι. δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης παρθενικῆς τ’ ἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος, οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον, οὐδ’ οἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην. τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε, κύκλος δ’ ἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ, ὄσσε δ’ ὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν. ἶσά τ’ ἐπ’ ἀλλήλοισι κέρα ἀνέτελλε καρήνου ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης. ἤλυθε δ’ ἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς παρθενικάς, πάσῃσι δ’ ἔρως γένετ’ ἐγγὺς ἱκέσθαι