χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης. αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον, ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον. τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον, ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε