ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς· χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός. τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης. αἳ δ’ ἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον, ἄλλη ἐπ’ ἀλλοίοισι τότ’ ἄνθεσι θυμὸν ἔτερπον. τῶν ἣ μὲν νάρκισσον ἐΰπνοον, ἣ δ’ ὑάκινθον, ἣ δ’ ἴον, ἣ δ’ ἕρπυλλον ἀπαίνυτο· πολλὰ δ’ ἔραζε λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα. αἳ δ’ αὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,