ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι. τοῖο δὲ φοινήεντος ἀφ’ αἵματος ἐξανέτελλεν ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ, ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·