φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν. ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.