ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα. ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ, εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην. φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα, νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα. δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο