ὃν Λιβύῃ πόρε δῶρον, ὅτ’ ἐς λέχος Ἐννοσιγαίου ἤϊεν· ἣ δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ, ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δ’ Εὐρωπείῃ μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον. ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα. ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ, εἰσέτι πόρτις ἐοῦσα, φυὴν δ’ οὐκ εἶχε γυναίην. φοιταλέη δὲ πόδεσσιν ἐφ’ ἁλμυρὰ βαῖνε κέλευθα, νηχομένῃ ἰκέλη· κυανῆ δ’ ἐτέτυκτο θάλασσα. δοιοὶ δ’ ἕστασαν ὑψοῦ ἐπ’ ὀφρύος αἰγιαλοῖο φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν. ἐν δ’ ἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ πόρτιος Ἰναχίης, τὴν δ’ ἑπταπόρῳ παρὰ Νείλῳ ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα. ἀργύρεος μὲν ἔην Νείλου ῥόος, ἡ δ’ ἄρα πόρτις χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.