ἢ ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων, ἢ ὁπότ’ ἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι. αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δ’ ἐν χερσὶν ἑκάστη ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον ἀγχιάλους, ὅθι τ’ αἰὲν ὁμιλαδὸν ἠγερέθοντο τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.