ὥς μ’ ἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα. ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον. ὣς εἰποῦσ’ ἀνόρουσε, φίλας δ’ ἐπεδίζεθ’ ἑταίρας ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας, τῇσιν ἀεὶ συνάθυρεν, ὅτ’ ἐς χορὸν ἐντύνοιτο,