σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη, ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας, οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται. ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ