τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο. οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα. ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς· θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα. αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι. σὸς δὲ πόθος μ’ ἀνέηκε τόσην ἅλα μετρήσασθαι ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη, ἥ μ’ ἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας, οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται. ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν, λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι. ἡ δὲ πάρος κούρη Ζηνὸς γένετ’ αὐτίκα νύμφη, καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.