τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο. οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα. ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς· θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα. αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.