ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή; ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις. οὔθ’ ἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά. ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς