ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων, ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν· πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.