ἡ δ’ ἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν. ἣ δ’ ἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα, παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον. ἑζομένη δ’ ἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ