κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες, κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες. ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ