κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο. καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες, κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες. ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ. κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης, ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην. ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν, φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ, ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων, ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·