ἣ δὲ τότ’ ἐρχομένοιο γαληνιάασκε θάλασσα, κήτεα δ’ ἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν, γηθόσυνος δ’ ὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς· Νηρεΐδες δ’ ἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δ’ ἄρα πᾶσαι κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο. καὶ δ’ αὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος