αἱ δ’ ἄλλαι μέλλεσκον. ἄφαρ δ’ ἀνεπήλατο ταῦρος, ἣν θέλεν ἁρπάξας· ὠκὺς δ’ ἐπὶ πόντον ἵκανεν. ἣ δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας χεῖρας ὀρεγνυμένη, ταὶ δ’ οὐκ ἐδύναντο κιχάνειν. ἀκτάων δ’ ἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς χηλαῖς ἀβρεκτοῖσιν ἐπ’ εὐρέα κύματα βαίνων.