ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τ’ ἐνηὴς πρηΰς τ’ εἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς αἴσιμος ἀμφιθέει, μούνης δ’ ἐπιδεύεται αὐδῆς. ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,