Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον, νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δ’ ἠώς, ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ, εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων· τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι