ὧν εἰκὸς ὑμᾶς ἀναμνησθέντας τὸν μηδὲ συνενεγκεῖν συνενεγκεῖν Ζ: ξυνεγκεῖν Α: συνεξενεγκεῖν Dobree. μηδʼ ἐπʼ ἐκφορὰν ἐλθεῖν ἀξιώσαντα τῶν ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ δήμου σωτηρίας ἐν Χαιρωνεία τελευτησάντων θανάτῳ ζημιῶσαι ὡς τὸ ἐπὶ τούτῳ μέρος ἀτάφων ἐκείνων τῶν ἀνδρῶν γεγενημένων· ὧν οὗτος οὐδὲ τὰς θήκας παριὼν ᾐσχύνθη, ὀγδόῳ ἔτει τὴν πατρίδα αὐτῶν προσαγορεύων. περὶ ὧν, ὦ ἄνδρες, μικρῷ πλείω βούλομαι διελθεῖν, καὶ ὑμῶν ἀκοῦσαι δέομαι καὶ μὴ νομίζειν ἀλλοτρίους εἶναι τοὺς τοιούτους λόγους λόγους add. Reiske. τῶν δημοσίων ἀγώνων ἀγώνων Reiske: ἀγῶνας codd. · αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν ἔλεγχον σαφῆ κατὰ τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. ἔτι δὲ καὶ δίκαιον τὸν ἔπαινον, ὃς μόνος ἆθλον τῶν κινδύνων τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστί, τοῦτον, ἐπειδὴ καὶ ἐκεῖνοι εἰς τὴν κοινὴν σωτηρίαν τῆς πόλεως τὰς ψυχὰς τὰς τὰς add. Baiter et Sauppe. αὑτῶν ἀνήλωσαν, ἀνήλωσαν Muretus: ἀνάλωσαν codd. ἐν τοῖς δημοσίοις καὶ κοινοῖς ἀγῶσι τῆς πόλεως μὴ παραλείπειν. παραλείπειν Es: παραλιπεῖν codd. ἐκεῖνοι γὰρ τοῖς πολεμίοις ἀπήντησαν ἐπὶ τοῖς ὁρίοις τῆς Βοιωτίας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας μαχούμενοι, οὐκ ἐν ἐν Es: ἐπὶ codd. τοῖς τείχεσι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχοντες, οὐδὲ τὴν χώραν κακῶς ποιεῖν προέμενοι τοῖς ἐχθροῖς, ἀλλὰ τὴν μὲν αὑτῶν ἀνδρείαν ἀσφαλεστέραν φυλακὴν εἶναι νομίζοντες τῶν λιθίνων περιβόλων, τὴν δὲ θρέψασαν αὑτοὺς αἰσχυνόμενοι περιορᾶν πορθουμένην, εἰκότως· ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλʼ ὕστερον ἐπικτήτους γενομένας καταδεέστερον διάκεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι καὶ τοῖς ἀρίστοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης ἐκοινώνησαν· τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν δόξαν καταλελοίπασιν, καταλελοίπασιν Bekker: ἐγκαταλελοίπασιν codd. οὐχ ἡττηθέντες, ἀλλʼ ἀποθανόντες ἔνθαπερ ἐτάχθησαν ἔνθαπερ ἐτάχθησαν Markland: ἔνθα παρετάχθησαν codd. ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες. εἰ δὲ δεῖ καὶ παραδοξότατον μὲν εἰπεῖν, ἀληθὲς δέ, ἐκεῖνοι νικῶντες ἀπέθανον. ἃ ἃ ταῦτ’ ἀμφότερα Coraes: τὰ ταῦτα γὰρ ἀμφότερα codd.: τὰ γὰρ ταῦτ’ ἄρα Rehdantz. γὰρ ἆθλα τοῦ πολέμου τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστίν. ἐλευθερία καὶ ἀρετή, ταῦτʼ ἀμφότερα τοῖς τελευτήσασιν ὑπάρχει. ἔπειτα δʼ οὐδʼ οἷόν τʼ ἐστὶν εἰπεῖν ἡττῆσθαι τοὺς ἡττῆσθαι τοὺς Taylor: ἥττης αἰτίους τοὺς codd. ταῖς διανοίαις μὴ πτήξαντας τὸν τῶν ἐπιόντων φόβον. μόνους γὰρ τοὺς ἐν τοῖς πολέμοις καλῶς ἀποθνῄσκοντας οὐδʼ ἂν εἷς ἡττῆσθαι δικαίως φήσειε· τὴν γὰρ δουλείαν φεύγοντες εὐκλεᾶ θάνατον αἱροῦνται. ἐδήλωσε δʼ ἡ