ἐγὼ τοίνυν τοσοῦτον ἀφέστηκα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιήσασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις τοῖς ἰδίοις κινδύνοις Reiske: τοὺς ἰδίους κινδύνους codd. ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ ἑαυτῷ Ν: ἑαυτὸν Α. οὐχ ὑπέμεινεν ἀλλʼ ἔφυγε. καίτοι, ὦ ἄνδρες, πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων γενομένων Bekker: λεγομένων codd. ἄν τι ἠρνήθησαν ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατεψεύσαντο. χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσεται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδεικνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας, ὥσπερ ἡμεῖς. ἡμεῖς Ν: ὑμεῖς Α. οὑτωσὶ δὲ διαλογίζεσθε περὶ τούτων παρʼ ὑμῖν αὐτοῖς. τίνας ἀδύνατον ἦν τῇ δεινότητι καὶ ταῖς παρασκευαῖς ταῖς τοῦ λόγου παραγαγεῖν; κατὰ φύσιν τοίνυν βασανιζόμενοι πᾶσαν τὴν ἀλήθειαν περὶ πάντων τῶν ἀδικημάτων ἔμελλον φράσειν οἱ οἰκέται καὶ αἱ θεράπαιναι. ἀλλὰ τούτους Λεωκράτης Λεωκράτης Thalheim: ὁ Λεωκράτης codd. παραδοῦναι ἔφυγε, καὶ ταῦτα οὐκ ἀλλοτρίους ἀλλʼ αὑτοῦ ὄντας. τίνας δὲ δυνατὸν εἶναι δοκεῖ τοῖς λόγοις ψυχαγωγῆσαι, καὶ τὴν ὑγρότητα αὐτῶν τοῦ ἤθους τοῖς δακρύοις εἰς ἔλεον προαγαγέσθαι; τοὺς δικαστάς. ἐνταῦθα Λεωκράτης ὁ προδότης τῆς πατρίδος ἐλήλυθεν, οὐδὲν ἕτερον ἢ φοβούμενος μὴ ἐκ τῆς αὐτῆς οἰκίας οἵ τʼ ἐξελέγχοντες τῷ ἔργῳ καὶ ὁ ἐξελεγχόμενος γένηται. τί γὰρ ἔδει προφάσεων ἢ λόγων ἢ σκήψεως; σκήψεως Α: σκέψεως Ν. ἁπλοῦν τὸ δίκαιον, ῥᾴδιον τὸ ἀληθές, βραχὺς ὁ ἔλεγχος. εἰ μὲν ὁμολογεῖ τὰ ἐν τῇ εἰσαγγελίᾳ ἀληθῆ καὶ ὅσια εἶναι, τί οὐ τῆς ἐκ τῶν νόμων τιμωρίας τυγχάνει; εἰ δὲ μή φησι ταῦτα ἀληθῆ εἶναι, τί οὐ παραδέδωκε τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας; προσήκει προσήκει προσῆκεν Blass. γὰρ τὸν ὑπὲρ προδοσίας Post προδοσίας usque ad 98 mancus N. κινδυνεύοντα καὶ παραδιδόναι Post παραδιδόναι codd. καὶ habent, secl. Taylor. βασανίζειν καὶ μηδένα τῶν ἀκριβεστάτων ἐλέγχων φεύγειν.