Μαρτυρία. Συνθῆκαι τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· ἄξιον δʼ ἐστὶν ἐφʼ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα, ἃ τοῖς ὑμετέροις νομίμοις καὶ πατρίοις πατρίοις Dobree: πατρῴοις codd. ἔθεσιν οἱ πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς, ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ ἐκλείποντα ἐκλείποντα ἐκλιπόντα Coraes. τοὺς νεὼς καὶ τὴν χώραν ἣν κατεῖχεν, κατεῖχεν Blass: κατεῖχον codd. ἠξίωσε, καὶ ἱδρῦσθαι ἱδρῦσθαι Bekker: ἱδρύσασθαι codd. ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς κατὰ τὴν Μεγαρέων πόλιν εἰθισμένοις. καὶ οἱ μὲν πατέρες ὑμῶν †τὴν Ἀθηνᾶν ὡς τὴν χώραν εἰληχυῖα† Verba τὴν εἰληχυῖαν obelis inclusi: ὁμώνυμον αὐτῇ secl. Heinrich: verba τὴν Ἀθηνᾶν usque ad αὐτῇ delenda ci. Bekker: τιμῶντες ante τὴν Ἀθηνᾶν add. Taylor: τῇ Ἀθηνᾷ εἰληχυίᾳ Coraes: ὡς τὴν χώραν τῆς Αθηνᾶς εἰληχυίας Blass. ὁμώνυμον αὐτῇ τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵνʼ οἱ τιμῶντες τὴν θεὸν τὴν ὁμώνυμον αὐτῇ αὐτῇ secl. Schoene: αὐτὴν Rehdantz. πόλιν μὴ ἐγκαταλίπωσι· Λεωκράτης δʼ οὔτε νομίμων οὔτε πατρίδος πατρίδος Frohberger: πατρῴων codd. οὔθʼ ἱερῶν φροντίσας τὸ καθʼ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλʼ οἰκῶν ἐν Μεγάροις, οἷς παρʼ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον. καίτοι, ὦ ἄνδρες, καὶ περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ πολέμῳ, σιτηγήσαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ἐπὶ ἐπὶ Ν: ἐν Α: ὑπὸ Herwerden (coll. 2, 115). τῇ ὑμετέρᾳ ψήφῳ οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλλοις τοῖς ἄλλοις Ν: τοῖς ἄλλοις ἀνθρώποις Α. ποιήσετε; πάντων ἄρʼ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ τοῖς δεινοῖς ὀργιζόμενοι. καὶ ταῦτα δʼ, ὦ ἄνδρες, ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώσοντας ἔλεγχον μαρτυρεῖν ἀλλὰ δεδωκότας. προὐκαλεσάμην προὐκαλεσάμην Taylor: παρεκαλεσάμην codd. γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γράψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ᾗ ᾗ προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν Jernstedt: η προκλήσεις προκλησοι ἄξιόν ἐστι N : om. A dimidio versu post οἰκέτας vacuo relicto: ἧς ἀκοῦσαι ἄξιόν ἐστιν Blass. προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν. καὶ μοι λέγε ταύτην. Πρόκλησις ἀκούετε, ὦ ἄνδρες, τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης Λεωκράτης Ald.: ἃ σωκράτης codd. οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ ὅτι προδότης τῆς πατρίδος ἐστίν· ὁ γὰρ τὸν παρὰ τῶν τὸν παρὰ τῶν Schoemann: τὸν πάντων Α: τῶν πάντων Ν. συνειδότων ἔλεγχον φυγὼν ὡμολόγηκεν ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα. τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι περὶ τῶν ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον δημοτικώτατον Ernesti: δημοτικὸν codd. εἶναι, ὅταν οἰκέται ἢ θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πιστεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν καὶ μεγάλων καὶ συμφερόντων τῇ πόλει;